Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 10.235 Joseph. AJ 10.239 (English) >>Joseph. AJ 10.243

10.237ἀθυμοῦντα δʼ ἐπὶ τούτῳ θεασαμένη τὸν βασιλέα μάμμη αὐτοῦ παραθαρσύνειν ἤρξατο καὶ λέγειν, ὡς ἔστι τις ἀπὸ τῆς Ἰουδαίας αἰχμάλωτος ἐκεῖθεν τὸ γένος ἀχθεὶς ὑπὸ τοῦ Ναβουχοδονοσόρου πορθήσαντος Ἱεροσόλυμα Δανίηλος ὄνομα, σοφὸς ἀνὴρ καὶ δεινὸς εὑρεῖν τὰ ἀμήχανα καὶ μόνῳ τῷ θεῷ γνώριμα, ὃς Ναβουχοδονοσόρῳ τῷ βασιλεῖ μηδενὸς ἄλλου δυνηθέντος εἰπεῖν περὶ ὧν ἔχρῃζεν εἰς φῶς ἤγαγε τὰ ζητούμενα. 10.238μεταπεμψάμενον οὖν αὐτὸν ἠξίου παρʼ αὐτοῦ πυνθάνεσθαι περὶ τῶν γραμμάτων καὶ τὴν ἀμαθίαν τὴν τῶν οὐχ εὑρόντων αὐτὰ κατακρίνειν, κἂν σκυθρωπὸν τὸ ὑπὸ τοῦ θεοῦ σημαινόμενον. 10.239

Ταῦτʼ ἀκούσας καλεῖ τὸν Δανίηλον Βαλτασάρης καὶ διαλεχθεὶς ὡς πύθοιτο περὶ αὐτοῦ καὶ τῆς σοφίας, ὅτι θεῖον αὐτῷ πνεῦμα συμπάρεστι καὶ μόνος ἐξευρεῖν ἱκανώτατος μὴ τοῖς ἄλλοις εἰς ἐπίνοιαν ἔρχεται, φράζειν αὐτῷ τὰ γεγραμμένα καὶ τί σημαίνει μηνύειν ἠξίου· 10.240τοῦτο γὰρ ποιήσαντι πορφύραν δώσειν ἐνδεδύσθαι καὶ χρύσεον περὶ αὐχένα στρεπτὸν καὶ τὸ τρίτον τῆς ἀρχῆς αὐτοῦ μέρος τιμὴν καὶ γέρας τῆς σοφίας, ὡς ἂν ἐξ αὐτῶν ἐπισημότατος γένοιτο τοῖς ὁρῶσι καὶ τὴν αἰτίαν ἐφʼ τούτων ἔτυχε πυνθανομένοις. 10.241Δανίηλος δὲ τὰς μὲν δωρεὰς αὐτὸν ἔχειν ἠξίου· τὸ γὰρ σοφὸν καὶ θεῖον ἀδωροδόκητον εἶναι καὶ προῖκα τοὺς δεομένους ὠφελεῖν, μηνύσειν δʼ αὐτῷ τὰ γεγραμμένα σημαίνοντα καταστροφὴν αὐτῷ τοῦ βίου, ὅτι μηδʼ οἷς πρόγονος αὐτοῦ διὰ τὰς εἰς θεὸν ὕβρεις ἐκολάσθη τούτοις ἔμαθεν εὐσεβεῖν καὶ μηδὲν ὑπὲρ τὴν ἀνθρωπίνην φύσιν μηχανᾶσθαι·



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 10.235 Joseph. AJ 10.239 (English) >>Joseph. AJ 10.243

Powered by PhiloLogic